Shield of Heracles 169–180
ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε.
τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε
οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν
αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες
κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.
τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε