Seba.Health

Theogony 949–960

Theogony 949–960
τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους, παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου, αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι, ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
Read in context →