Theogony 937–948
Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.