Seba.Health

Theogony 853–864

Theogony 853–864
Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα, βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας, ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι θαλφθείς, ἠὲ σίδηρος, περ κρατερώτατός ἐστιν.
Read in context →