Seba.Health

Theogony 649–660

Theogony 649–660
ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος. ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων· Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ ἴδμεν, τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα, ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο. σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
Read in context →