Seba.Health

Theogony 433–444

Theogony 433–444
νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει, ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν· νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει. ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν. καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ, ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν, ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ. ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
Read in context →