Theogony 301–312
ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·
ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,
ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·
ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·
δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν
Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,
πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·