Seba.Health

Theogony 169–180

Theogony 169–180
ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν· μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα. ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη· εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη πάντη· δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
Read in context →