Seba.Health

Theogony 157–168

Theogony 157–168
πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ Οὐρανός. δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην. αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν· εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ· παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα. ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
Read in context →