Seba.Health

Hymn 19: To Pan 13–24

Hymn 19: To Pan 13–24
πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων, ὀξέα δερκόμενος· τότε δ’ ἕσπερος ἔκλαγεν οἶον ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι θρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν. σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ· δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων, πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
Read in context →