Hymn 12: To Hera 1–5 Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη, ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν, Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε, κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ. Read in context →