Seba.Health

Hymn 7: To Dionysus 25–36

Hymn 7: To Dionysus 25–36
Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ· δαιμόνι’, οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸς σύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει. ἔλπομαι, Αἴγυπτον ἀφίξεται γε Κύπρον ἐς Ὑπερβορέους ἑκαστέρω· ἐς δὲ τελευτὴν ἔκ ποτ’ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων. ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός. ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ’ ἄρ’ ὅπλα καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα. οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ
Read in context →