Seba.Health

Hymn 7: To Dionysus 13–24

Hymn 7: To Dionysus 13–24
τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον χειρῶν ἠδὲ ποδῶν· δὲ μειδιάων ἐκάθητο ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε· δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες, καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής. γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἀργυρότοξος Ἀπόλλων ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ’ ἔχουσιν. ἀλλ’ ἄγετ’, αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνης αὐτίκα· μηδ’ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς ὄρσῃ ἔπ’ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν.
Read in context →