Seba.Health

Hymn to Aphrodite 145–156

Hymn to Aphrodite 145–156
εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ, Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα· οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα. βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι, σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω. ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα
Read in context →