Seba.Health

Hymn to Hermes 73–84

Hymn to Hermes 73–84
τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε. σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους. τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
Read in context →