Seba.Health

Hymn to Hermes 565–576

Hymn to Hermes 565–576
σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι. ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς. καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν, οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι, ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον. οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων. πᾶσι δʼ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.
Read in context →