Hymn to Hermes 529–540
ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,
χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει
πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων
τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,
οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον
ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε
πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε
θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.