Seba.Health

Hymn to Hermes 493–504

Hymn to Hermes 493–504
ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι. ὣς εἰπὼν ὤρεξʼ· δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων, Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν, βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς γηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων, πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· δʼ ὑπένερθε σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν. ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,
Read in context →