Seba.Health

Hymn to Hermes 49–60

Hymn to Hermes 49–60
ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· δʼ ὑπὸ χειρὸς σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων· ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης
Read in context →