Seba.Health

Hymn to Hermes 481–492

Hymn to Hermes 481–492
καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ, μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι. σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε· ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο βουσὶ νομούς, Ἑκάεργε, νομεύσομεν ἀγραύλοισιν.
Read in context →