Seba.Health

Hymn to Hermes 457–468

Hymn to Hermes 457–468
ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι· νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω· ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, μὲν ἐγώ σε κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω. τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν· εἰρωτᾷς μʼ, Ἑκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω. σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας· πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις,
Read in context →