Seba.Health

Hymn to Hermes 445–456

Hymn to Hermes 445–456
οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι, νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ. τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων, τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν, εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι. καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν· ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν, οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται. θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις. νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
Read in context →