Seba.Health

Hymn to Hermes 421–432

Hymn to Hermes 421–432
γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων στῆ ῥʼ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων γηρύετʼ ἀμβολάδην ἐρατὴ δέ οἱ ἕσπετο φωνή κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν, ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος. Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ, μητέρα Μουσάων· γὰρ λάχε Μαιάδος υἱόν· τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
Read in context →