Hymn to Hermes 385–396
καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.
ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·
καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε.
Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο,
ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς·
ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.