Seba.Health

Hymn to Hermes 373–384

Hymn to Hermes 373–384
μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς, πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν, οὕνεχʼ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης, αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός, οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς. πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι, ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην, οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω. Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους, καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός, ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον· οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια.
Read in context →