Seba.Health

Hymn to Hermes 37–48

Hymn to Hermes 37–48
γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις. ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί, ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
Read in context →