Seba.Health

Hymn to Hermes 349–360

Hymn to Hermes 349–360
τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν· αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα, ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν
Read in context →