Seba.Health

Hymn to Hermes 277–288

Hymn to Hermes 277–288
αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω. ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα, μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων. τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων· πέπον, ἠπεροπευτά, δολοφραδές, σε μάλʼ οἴω πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας ἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι, σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις· πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας οὔρεος ἐν βήσσῃς, ὁπότʼ ἄν κρειῶν ἐρατίζων ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.
Read in context →