Hymn to Hermes 25–36
Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν·
ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι
βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς
ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·
σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω.
χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,
ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα
αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ,
οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·