Seba.Health

Hymn to Hermes 205–216

Hymn to Hermes 205–216
φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο· παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι, ὅς τις παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν. ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ. φῆ ῥʼ γέρων· δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας· οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος. ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
Read in context →