Seba.Health

Hymn to Hermes 169–180

Hymn to Hermes 169–180
αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις. βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν, πλούσιον, ἀφνειόν, πολυλήιον, κατὰ δῶμα ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς, κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων. εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, τοι ἔγωγε πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν. εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων· ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον
Read in context →