Seba.Health

Hymn to Hermes 121–132

Hymn to Hermes 121–132
ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης· ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ. ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
Read in context →