Seba.Health

Hymn to Apollo 97–108

Hymn to Apollo 97–108
μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια· ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν, Ἥρης φραδμοσύνης λευκωλένου, μιν ἔρυκε ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν. αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου, ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον, χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν· νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης, νή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις, βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
Read in context →