Seba.Health

Hymn to Apollo 517–528

Hymn to Apollo 517–528
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον, οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν. ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι· δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν. τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ· πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
Read in context →