Seba.Health

Hymn to Apollo 493–504

Hymn to Apollo 493–504
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα, ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ βωμὸς αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί. δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε, ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν, εἰς κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν. ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας, ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·
Read in context →