Seba.Health

Hymn to Apollo 49–60

Hymn to Apollo 49–60
πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα· δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο, Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει· οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον, οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις. εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα, ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβας ἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ δημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι χειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας.
Read in context →