Seba.Health

Hymn to Apollo 481–492

Hymn to Apollo 481–492
ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης, οὔ τι κακὰ φρονέων, ἀλλʼ ἐνθάδε πίονα νηὸν ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, βουλάς τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα. ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα· ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας, νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε, ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης· πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
Read in context →