Seba.Health

Hymn to Apollo 265–276

Hymn to Apollo 265–276
ἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα. ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον, ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο. ἔνθʼ οὔθʼ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν, ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼς δέξαιʼ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων. ὣς εἰποῦσʼ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδʼ Ἑκάτοιο.
Read in context →