Hymn to Apollo 217–228
Λέκτον τʼ ἠμαθοέντα παρέστιχες ἠδʼ Ἐνιῆνας
καὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον,
βῆς ἄνʼ ὄρος ζάθεον, χλωρόν· τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
Θήβης δʼ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ·
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
οὐδʼ ἄρα πω τότε γʼ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη.