Seba.Health

Hymn to Apollo 193–204

Hymn to Apollo 193–204
εὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ· αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι Ἁρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτη ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι· τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια, ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή, Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι. ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης παίζουσʼ· αὐτὰρ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος. οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
Read in context →