Seba.Health

Hymn to Apollo 109–120

Hymn to Apollo 109–120
αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον, αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα, πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι. τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι· βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι. εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι. ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισε λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖʼ ὑπένερθεν· ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι. ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
Read in context →