Seba.Health

The Odyssey 9.513–527

The Odyssey 9.513–527
but now one that is puny, a man of naught and a weakling, has blinded me of my eye when he had overpowered me with wine. Yet come hither, Odysseus, that I may set before thee gifts of entertainment, and may speed thy sending hence, that the glorious Earth-shaker may grant it thee. For I am his son, and he declares himself my father; and he himself will heal me, if it be his good pleasure, but none other either of the blessed gods or of mortal men.’ “So he spoke, and I answered him and said:‘Would that I were able to rob thee of soul and life, and to send thee to the house of Hades, as surely as not even the Earth-shaker shall heal thine eye.’ “So I spoke, and he then prayed to the lord Poseidon, stretching out both his hands to the starry heaven: ‘Hear me, Poseidon, earth-enfolder, thou dark-haired god, if indeed I am thy son and thou declarest thyself my father;
ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν· νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ. ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον· τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι. αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω, ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων. ὣς ἐφάμην, δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
Read in context →