Seba.Health

The Odyssey 8.331–345

The Odyssey 8.331–345
“Hermes, son of Zeus, messenger, giver of good things, wouldst thou in sooth be willing, even though ensnared with strong bonds, to lie on a couch by the side of golden Aphrodite?” Then the messenger, Argeiphontes, answered him:“Would that this might befall, lord Apollo, thou archer god— that thrice as many bonds inextricable might clasp me about and ye gods, aye, and all the goddesses too might be looking on, but that I might sleep by the side of golden Aphrodite.” Hephaestus, the famous craftsman, to set Ares free; and he spoke, and addressed him with winged words: “Loose him, and I promise, as thou biddest me, that he shall himself pay thee all that is right in the presence of the immortal gods.” Then the famous god of the two strong arms answered him:
ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν, χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων, ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ; τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης· αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον· δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι, αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
Read in context →