Seba.Health

The Odyssey 8.316–330

The Odyssey 8.316–330
for his daughter is fair but bridles not her passion.”2 So he spoke and the gods gathered to the house of the brazen floor.3 Poseidon came, the earth-enfolder, and the helper Hermes came, and the lord Apollo, the archer god.4 Now the goddesses abode for shame each in her own house, but the gods, the givers of good things, stood in the gateway; and unquenchable laughter arose among the blessed gods as they saw the craft of wise Hephaestus. And thus would one speak, with a glance at his neighbor: “Ill deeds thrive not. The slow catches the swift; even as now Hephaestus, slow though he is, has out-stripped Ares for all that he is the swiftest of the gods who hold Olympus. Lame though he is, he has caught him by craft, wherefore Ares owes the fine of the adulterer.” Thus they spoke to one another. But to Hermes the lord Apollo, son of Zeus, said:
καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, εἰς κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα, ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης, οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ· ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων· ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
Read in context →