Seba.Health

The Odyssey 8.202–233

The Odyssey 8.202–233
let him come hither and make trial—for ye have greatly angered me—be it in boxing or in wrestling, aye, or in running, I care not; let any one come of all the Phaeacians, save Laodamas alone. For he is my host, and who would quarrel with one that entertains him? Foolish is that man and worthless, who challenges to a contest the host who receives him in a strange land; he does but mar his own fortunes. But of all the rest I refuse none, and make light of none, but am fain to know them, and make trial of them man to man. For in all things I am no weakling, even in all the contests that are practised among men. Well do I know how to handle the polished bow, and ever would I be the first to shoot and smite my man in the throng of the foe, even though many comrades stood by me and were shooting at the men. Only Philoctetes excelled me with the bow in the land of the Trojans, when we Achaeans shot. But of all others I declare that I am best by far, of all mortals that are now upon the earth and eat bread. Yet with men of former days I will not seek to vie, with Heracles or with Eurytus of Oechalia, who strove even with the immortals in archery. Wherefore great Eurytus died soon, nor did old age come upon him in his halls, for Apollo waxed wroth and slew him, because he had challenged him to a contest with the bow. And with the spear I throw farther than any other man can shoot with an arrow. In the foot race alone I fear that someone of the Phaeacians may out strip me, for cruelly have I been broken amid the many waves, since there was in my ship no lasting store of provisions; therefore my limbs are loosened.” So he spoke and they were all hushed in silence;
τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον ἥσειν τοσσοῦτον ὀίομαι ἔτι μᾶσσον. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει, δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην, πὺξ ἠὲ πάλῃ καὶ ποσίν, οὔ τι μεγαίρω, πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο; ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ, ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω, ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι· εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι, οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
Read in context →