Seba.Health

The Odyssey 8.119–132

The Odyssey 8.119–132
These then first made trial in the foot-race. by so far he shot to the front and reached the host, and the others were left behind. Then they made trial of toilsome wrestling, and here in turn Euryalus excelled all the princes. And in leaping Amphialus was best of all, and with the discus again far the best of all was Elatreus, and in boxing Laodamas, the good son of Alcinous. But when the hearts of all had taken pleasure in the contests, Laodamas, the son of Alcinous, spoke among them: “Come, friends, let us ask yon stranger whether he knows and has learned any contests. In build, surely, he is no mean man,
Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος. οἱ δʼ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο· τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων· ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν, τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο· τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν· δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς, πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις, τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
Read in context →