Seba.Health

The Odyssey 7.93–107

The Odyssey 7.93–107
Within, seats were fixed along the wall on either hand, from the threshold to the innermost chamber, and on them were thrown robes of soft fabric, cunningly woven, the handiwork of women. On these the leaders of the Phaeacians were wont to sit drinking and eating, for they had unfailing store. And golden youths stood on well-built pedestals, holding lighted torches in their hands to give light by night to the banqueters in the hall. And fifty slave-women he had in the house, of whom some grind the yellow grain on the millstone, and others weave webs, or, as they sit, twirl the yarn, like unto the leaves1 of a tall poplar tree; and from the closely-woven linen the soft olive oil drips down.2
δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν, αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο· καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
Read in context →