Seba.Health

The Odyssey 7.28–36

The Odyssey 7.28–36
Only go thou quietly, and I will lead the way. But turn not thine eyes upon any man nor question any, for the men here endure not stranger-folk, nor do they give kindly welcome to him who comes from another land. They, indeed, trusting in the speed of their swift ships, cross over the great gulf of the sea, for this the Earth-shaker has granted them; and their ships are swift as a bird on the wing or as a thought.”
τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις, δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει. ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω, μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται, οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ. νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων· τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
Read in context →