Seba.Health

The Odyssey 7.226–236

The Odyssey 7.226–236
and goodly Odysseus was left behind in the hall, and beside him sat Arete and godlike Alcinous; and the handmaids cleared away the dishes of the feast. Then white-armed Arete was the first to speak; for, as she saw it, she knew his fair raiment, the mantle and tunic, which she herself had wrought with her handmaids. And she spoke, and addressed him with winged words: “Stranger, this question will I myself ask thee first. Who art thou among men, and from whence? Who gave thee this raiment? Didst thou not say that thou camest hither wandering over the sea?”
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός, οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων· ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί· καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
Read in context →