Seba.Health

The Odyssey 7.167–178

The Odyssey 7.167–178
from which he bade his son, the kindly1 Laodamas, to rise; for he sat next to him, and was his best beloved. Then a handmaid brought water for the hands in a fair pitcher of gold, and poured it over a silver basin, for him to wash, and beside him drew up a polished table. And the grave housewife brought and set before him bread, and therewith dainties in abundance, giving freely of her store. So the much-enduring goodly Odysseus drank and ate; and then the mighty Alcinous spoke to the herald, and said: “Pontonous, mix the bowl, and serve wine
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο, χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. αὐτὰρ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
Read in context →